Σάββατο 10 Οκτωβρίου 2026

Σήμερα 10 Οκτωβρίου 2026 εορτάζουν

 Άγιοι Ευλάμπιος και Ευλαμπία τα αδέλφια

Εὐλαμπίου καὶ Εὐλαμπίας μαρτύρων. Θεοφίλου ὁσίου (η΄ αἰ.).

ΚΑΤΑ ΛΟΥΚΑΝ Ε´ 27 - 32

27 Καὶ μετὰ ταῦτα ἐξῆλθε καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευῒν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι. 28 καὶ καταλιπὼν ἅπαντα ἀναστὰς ἠκολούθησεν αὐτῷ. 29 καὶ ἐποίησε δοχὴν μεγάλην Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων οἳ ἦσαν μετ’ αὐτῶν κατακείμενοι. 30 καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; 31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες· 32 οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

Πηγή: ΑπολυτίκιαἮχος α’. Τὸν τάφον σου Σωτὴρ.

Τῆς φύσεως θεσμῶ, συνημμένοι ἐνθέως, ὁμόψυχοι στερρῶς, ὡς ὀμαίμονες θεῖοι, αὐτάδελφοι Μάρτυρες, ἐν ἀθλήσει ὠράθητε, ὦ Εὐλάμπιε, σὺν τὴ σεμνὴ Εὐλαμπία, ὅθεν στέφανον, νικητικὸν δεδεγμένοι, ἠμᾶς διασῴζετε.

Διαβάστε αναλυτικά το άρθρο στην ιστοσελίδα:www.saint.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου