Παρασκευή 31 Ιουλίου 2026

Ο Απόστολος Παρασκευή 31 Ιουλίου 2026 – Γιορτή Αγίου Ευδοκίμου

Ο Απόστολος της Παρασκευής 31 Ιουλίου 2026. Εορτή της Ορθοδοξίας: Ο Όσιος Ευδόκιμος ο Δίκαιος. Επιστολή Αποστόλου Παύλου - Προς Κορίνθιους Α': Όλα να γίνονται με τάξη. Αποστολικό ανάγνωσμα ημέρας από πρωτότυπο και σε νεοελληνική απόδοση.

Επιστολή Αποστόλου Παύλου – Προς Κορίνθιους Α’, ΙΔ'(14) 26-40

Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.

εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω·

ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ.

προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν·

ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.

δύνασθε γὰρ καθ᾿ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι καὶ πάντες παρακαλῶνται·

καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται·

οὐ γὰρ ἐστιν ἀκαταστασίας ὁ Θεός, ἀλλὰ εἰρήνης.

῾Ως ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων, αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν. ἀλλ᾿ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει.

εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν.

ἢ ἀφ᾿ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;

Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἑπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι τοῦ Κυρίου εἰσὶν ἐντολαί·

εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.

῞Ωστε, ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε·

πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

Διαβάστε αναλυτικά το άρθρο στην ιστοσελίδα:www.ekklisiaonline.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου