Κυριακή, 18 Δεκεμβρίου 2016

ΑΙΣΩΠΟΥ ΜΥΘΟΙ Η γουρούνα και η σκύλα

Σῦς καὶ κύων ἀλλήλαις διελοιδοροῦντο.
Καὶ ἡ μὲν σῦς ὤμνυε κατὰ τῆς Ἀφροδίτης ἦ μὴν τοῖς ὀδοῦσιν ἀναῤῥήξειν τὴν κύνα.
Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε
«Καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις· δηλοῖς γὰρ ὑπ᾿ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἣ τὸν τῶν σῶν ἀκαθαρων σαρκῶν γευόμενον οὐδ᾿ ὅλως εἰς ἱερὸν προσίεται».
Καὶ ἡ σῦς·
«Διὰ τοῦτο μὲν οὖν μάλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλως λυμαινόμενον παντάπασον ἀποστρέφεται· σὺ μέντοι κακῶς ὄζεις καὶ ζῶσα καὶ τεθνηκυῖα»...
Ο ΜΥΘΟΣ ΜΑΣ ΔΙΔΑΣΚΕΙ ΟΤΙ…
Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ὑπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου